lirik lagu tyrtarion – lamella orphica: de mnemnosynes lacu
Loading...
μναμοσύνας τόδε ἱερόν. ἐπεὶ ἂμ μέλληισι θανεῖσθαι
εἶς ἀίδαο δόμους εὐήρεας, ἔστ’ ἐπὶ δεξιὰ κρήνα
πὰρ δ’ αὐτὰν ἑστακυῖα λευκὰ κυπάρισσος
ἐνθα κατερχόμεναι ψυχαὶ νεκύων ψύχονται
ταύτας τᾶς κράνας μηδὲ σχεδὸν ἐνγύθεν ἔλθηις
πρόσθεν δὲ εὑρήσεις τᾶς μναμοσύνας ἀπὸ λίμνας
ψυχρὸν ὕδωρ προρέον. φύλακες δὲ ἐπύπερθεν ἔασι
τοὶ δέ σε εἰρήσονται ἐνὶ φρασὶ πευκαλίμαισι
ὅτι δὲ ἐξερέεις ἄϊδος σκότος ἠερόεντος
εἶπον «ὑὸς βαρέας καὶ οὐρανοῦ ἀστερόεντος
δίψαι δ’ εἰμ’ αὖος καὶ ἀπόλλυμαι, ἀλλὰ δότ’ ὦκα
ψυχρὸν ὕδωρ πιέναι τῆς μνημοσύνης ἀπὸ λίμνης.»
καὶ δή τοι ἐλεοῦσιν ὑπὸ χθονίωι βασλῆι
καὶ δή τοι δώσουσι πιὲν τᾶς μναμοσύνας ἀπὸ λίμνας
καὶ δὴ καὶ σὺ πιὼν ὁδὸν ἔρχεαι ἅν τε καὶ ἄλλοι
μύσται καὶ βάχχοι ἱερὰν στείχουσι κλεινοί
Lirik lagu lainnya:
- lirik lagu mitty t – so lost
- lirik lagu around the way – smooth is the way
- lirik lagu summrs – extensions
- lirik lagu slayrrc – desensitised
- lirik lagu dxseo – beyond
- lirik lagu بو كلثوم – ‘alou – قالو – bu kolthoum
- lirik lagu kleinstadt – ost/west
- lirik lagu stawskiy – blast
- lirik lagu suede – he’s dead (rocking horse demo) (remastered)
- lirik lagu santamaria – luz do meu segredo